Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἀρὰς παραλαβών: θέλει εἰπεῖν ὅτι εἵμαρτο ταῦτα παθεῖν τῷ γένει· ὁ γὰρ Λάιος, φησὶ, γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με κατηράσατο, ἵνα δηλονότι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρ’ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα καὶ τοῖς ἐξ ἐμοῦ παισίν: —
MAB
† ὅτι γὰρ οὐχ ἑκὼν κατηρασάμην, ἀλλ’ ὑπὸ βίας δαίμονός τινος, τεκμήριον ἐκεῖνο τὸ μὴ τοσοῦτόν τινα ἀνόητον εἶναι ὡς ἑκόντα τυφλὸν γενέσθαι ἢ τοῖς ἑαυτοῦ παισὶ καταρᾶσθαι ἐκτὸς εἰ μὴ δαίμων τις ἄγει πρὸς τοῦτο· ὥστε ταῦτα ἐμηχανησάμην ἔκ τινος θεῶν: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)