Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
καλὸν τὸ νικᾶν: εἰ οἱ θεοὶ τὰ δίκαια κρίνουσι, πάντως ἡττηθήσονται οἱ Θηβαῖοι. ἐγὼ οὖν, ὁ χορὸς, σωθείην, διαφύγοιμι: —
MAB
i
ἄλλως: καλὸν τὸ νικᾶν ἐστιν. εἰ δὲ καὶ βέλτιον τοῦ νικᾶν ἡμᾶς βουλεύονται οἱ θεοὶ. εὐτυχοίην ἄν· λέγει δὲ τὸ φιλίαν ἐμβαλεῖν τοῖς ἀδελφοῖς: —
MAB
εἰ δ’ ἀμείνον’ οἱ θεοί: τινὲς ἀντὶ τοῦ δικαίαν. ὁ δὲ νοῦς· γένοιτο μὲν νικᾶν τοὺς Θηβαίους· εἰ δὲ οἱ θεοὶ τὰ δίκαια κρίνουσι καὶ συμβῇ ἀπολέσθαι τοὺς Θηβαίους, ἀλλ’ οὖν ἐγὼ διαφύγοιμι: —
MAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)