Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
τοὺς ἄνδρας ἀφῄρει: —
M
iB
i
ἣ κεῖν’ ἀφῄρει: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα, τὸ ὅσον ἐφ’ ᾧ δέδρακε φόνῳ κατὰ τοῦ ἀνδρὸς, ἀνῄρει καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπ’ ἀλλοδαπῆς ἰέναι. νῦν δὲ ἀνῃρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς· τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν: —
MTAB
ἄλλως: ἣ, φησὶν, ἡ Κλυταιμνήστρα, ὅσον ἧκεν ἐφ’ ἑαυτῇ, καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσε, φημὶ δὴ τὸ ὁπλίζεσθαι ⟨καὶ ἰέναι⟩ κατὰ ἀλλοδαπῆς, διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι: —
MTA
λελειμμένοι: οἱ ἐν τῇ πόλει καταλειφθέντες, οἱ μὴ ἐξελθόντες εἰς πόλεμον: —
MTA
gB
i
τὰς γυναῖκας τὰς οἰκουρούσας: —
MTB
i
τὰς τῶν οἴκων διοικητρίας γυναῖκας: —
TA
g
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)