Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἀθυρόγλωσσος: ταῦτά φασιν ἐπὶ Κλέωνι τῷ δημαγωγῷ λέγεσθαι, σφαλλόμενοι. πρὸ γὰρ τῆς τοῦ Ὀρέστου διδασκαλίας πολλοῖς χρόνοις ὁ Κλέων ἐτελεύτα. τάχα οὖν εἰς Κλεοφῶντα τείνει, ἐπεὶ καὶ ἔναγχος οὗτος τὰς πρὸς Λακεδαιμονίους συνθήκας οὐ προσήκατο. καὶ τῷ λέγειν δὲ Ἀργεῖος οὐκ Ἀργεῖος ἠναγκασμένος εἰς τοῦτον βλέπει. θέλει γὰρ εἰπεῖν Ἀθηναῖον οὐκ Ἀθηναῖον ὄντα αὐτὸν, ἀλλὰ νόθον πολίτην, παρόσον Θρᾷξ ἧν ὁ Κλεοφῶν. Ἀριστοφάνης Βατράχοις
[690 sq.]
·
φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται Θρῃκία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)