Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἄλλως: μάτην ἄρα, φησὶν, ὧ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὦν ἠτύχεις. τὸ γὰρ πράσσων κακῶς ἀντὶ τοῦ ἀδίκως, τουτέστιν· οὐ φίλοις ἄρα οὐδ’ εὐγνώμοσιν [ἀμοιβαῖς] ἀνδράσιν ἐπόνεις, ὦ πάτερ, καὶ κατὰ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους, ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως· οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὧ πάτερ, ἀλλ’ ἀναισθήτοις εὐεργέτεις καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις ὅτι μήτε ὑπὲρ φίλων μήτε αὐτὸς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως· [εὐτυχῶν] οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)