Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ὦ παῖ Κλυταιμνήστρας: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ Εὐριπίδης. νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι καὶ ἀήθως πάνυ οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσι, καὶ ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον, ἅμα δὲ δυσωπεῖ τὴν Ἠλέκτραν καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προτάσσουσα. ἀ⟨να⟩κολούθως δὲ καὶ τὸ διὰ μέσου. τὸ δὲ ἑξῆς· μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ· ὦ πολυχρόνιε παρθένε: —
MTAB
ἄλλως: παρθένε μακρὸν δὴ μῆκος: ὅ ἐστι· πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν ὡς αἰτίαν ἐχούσης καὶ διὰ τοῦτο μὴ γαμουμένης. καὶ διὰ τούτου παρεμφαίνει ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)