Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
λέγοιμ’ ἂν ἤδη: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τὴν μακρηγορίαν τῶν λόγων προκρίνων. οἱ γὰρ Λάκωνες βραχυλόγοι. καὶ Ὅμηρος
[Γ 214]
·
παῦρα μὲν, ἀλλὰ μάλα λιγέως. ὁ δὲ νοῦς· ἡ μακρὰ διήγησις σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων.
τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ· προτιμότερά ἐστι τὰ μακρὰ διηγήματα τῶν συντόμων λόγων: —
MTAB
ἔνιοι ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι: —
MTB
τὰ μακρὰ τῶν μικρῶν: Λακεδαιμόνιος ὁ Μενέλαος, Αακεδαιμόνιοι δὲ οὐχ ἥκιστα τῇ συντομίᾳ χαίρουσιν. προθεραπεύει τοίνυν τὸν ἀκροατὴν, ἵνα ἀναμείνῃ τὸ μῆκος τῶν λόγων ἀλύπως: —
MTA
ὅτι βραχυλογίαν ἀσκοῦσιν οἱ Λάκωνες. ἀνέχου οὖν, φησὶ, τῆς ἐμῆς μακρολογίας, ἐπεὶ τὰ μακρὰ καὶ σαφέστερα: —
MT
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)