Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας: πρὸς τῷ εἶναί σε γέροντα καὶ ὀργίλος εἶ. διὰ τοῦτο, φησὶ, παραιτῇ τὰ αὐτὰ τοῖς σοφοῖς φρονεῖν, ἐπεὶ συνελθοῦσα τῷ γήρᾳ σου ἡ ὀργὴ ἀπαίδευτόν σε ποιεῖ· ὡς καὶ Σοφοκλῆς
[frg. 808]
·
ὀργὴ γέροντος ὥστε μαλθακὴ κοπὶς † ἐν χειρὶ θήγει, ἐν τάχει δ’ ἀμβλύνεται. —
MTAB
ἡ ὀργή σου καὶ τὸ γῆράς σου ἅμα γεγονότα οὐ σοφόν σε ποιεῖ: —
MTAB
αὐτὸ καθ’ ἑαυτὸ τὸ γῆρας μελαγχολικώτερόν ἐστι τῆς νεότητος· εἰ δὲ συμβῇ τοὺς γέροντας ὀργισθῆναι, διπλάσιον γίνεται τὸ κακόν. τὸ γῆράς σου οὖν, φησὶν, ἅμα ὀργῇ γεγονὸς οὐ σκοπεῖ τὸ δέον: —
MTAB
ὀργῇ διὰ τοῦ ̄ι: —
M
i
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)