Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
οἷα δὴ γυνὴ φόνου: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου Ἠλέκτρα, ὡς Ὀρέστης φησί
[284]
·
σὺ μὲν γὰρ ἐπένευσας τάδ’. εἴργασται δ’ ἐμοί. —
MTAB
ἄλλως: ζητεῖται, τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα, ὅπου φησὶν
[26]
·
ὧν δ’ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν. ἐνταῦθα γυναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνή πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον ἂν γυνή τις ἐργάσαιτο: —
MTAB
ἄλλως: ὡς γυνὴ, συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός. οὐ γὰρ αὐτόχειρ γέγονε τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησε κατ’ αὐτῆς τὸν ἀδελφόν. τάχα δὲ διὰ τοῦ οἷα δὴ γυνή παρονειδίζει τῇ μητρί· ἐκείνη γὰρ αὐτόχειρ γέγονε τοῦ Ἀγαμέμνονος οὐ κατὰ γυναῖκα: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)