Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἀντὶ τοῦ ἀδίκως: —
M
gA
g
ἄδικος ἄδικα: τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ
[Hipp. 701]
εἰρημένον·
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἐπεὶ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται. ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρός, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδι Θέμιδος τὸν ἀπόφονον φόνον ἔλακεν ἐμῆς μητρός: —
MTAB
ἔλακεν: καὶ Ἀριστοφάνης
[Plut. 39]
·
ἔλακεν ἐκ τῶν στεμμάτων τραγικῇ λέξει χρησάμενος. ὅτε τὸν ἀπόφονον ⟨φόνον⟩ τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἐδίκασεν ὁ Λοξίας: —
MTB
ἄλλως: τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον. τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο: —
MTAB
ἀντὶ τῆς περί: —
M
g
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)