Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἰδοὺ πείθομαι: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορὸν, διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον ἐπειδὴ καὶ αὕτη ὑπὸ τῆς φύσεως πρώτη φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηται παράδοξον, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορόν· τοιαύτην πέμπε φωνὴν οἷός ἐστιν ὁ ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος. οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι· τοῦτο γὰρ πολύφωνον ὂν καὶ Ἐνδυμίωνα ἐγεῖραι δύναιτ’ ἄν: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)