Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἆρ’ εἰς τὸ κάλλος: ἆρα εἰς τὸ τῆς Ἑλένης κάλλος βλέψαντες οὐκ ἐχρήσαντο τοῖς ξίφεσιν· οἷόν τι καὶ Στησίχορος
[frg. 25]
ὑπογράφει περὶ τῶν καταλεύειν αὐτὴν μελλόντων. φησὶ γὰρ ἅμα τῷ τὴν ὄψιν αὐτῆς ἰδεῖν αὐτοὺς ἀφεῖναι τοὺς λίθους ἐπὶ τὴν γῆν: —
MTB
ἄλλως: ἐὰν ᾖ ἐκκεκώφηται ἄνευ τοῦ ̄ν ἔστιν ὁ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῆς Ἑλένης ἀγασθέντα τὸ κάλλος ἀνεπαίσθητα καὶ ἀνενέργητα γεγόνασιν. ἐὰν δὲ ᾖ ἐκκεκώφηνται, ἐπὶ τῶν περὶ τὸν Ὀρέστην ἀκουστέον· ἆρα μὴ διὰ τὸ κάλλος Ἑλένης ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ἐκκεκώφηνται ὡς
[Β 135]
σπάρτα λέλυνται. Ἀριστοφάνης δὲ γράφει ἐκκεκώφωνται ξίφη. σημαίνει γὰρ ὅτι εἰς τὸ κάλλος Ἑλένης ἀποβλέψαντες ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ὁ δὲ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῷ κάλλει νενίκηται καὶ διαμεμάλακται. ἐὰν δὲ ἐκκεκώφωνται, ἐπὶ τῶν περὶ Ὀρέστην ἐκδεκτέον ὅτι ἐκκεκώφωνται αὐτοὶ πρὸς τὸ κάλλος καὶ εἴασαν τὰ ξίφη: —
MTB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)