Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
Μυκηνίδες ὦ φίλαι: Ἰνάχῳ ἐκ Μελίας ἐγένετο Φορωνεὺς καὶ Φηγεύς. τούτων Φορωνεὺς μὲν ἄρξας τὸ νῦν Ἄργος Φορωνικὸν ἄστυ ἐκάλεσεν, ἴσχει δὲ παῖδας ἐκ Πειθοῦς Αἰγιαλέα, Ἄπιν, Εὔρωπα, Νιόβην. Φηγεὺς δὲ πόλιν κτίζει Φηγὰς καὶ παῖδας ἴσχει Σπάρτωνα καὶ Μέσσωνα. Σπάρτωνος δὲ παῖς Μυκηνεὺς, ὃς Μυκήνας ἔκτισε. Φορωνέως δὲ ἀπολωλότος καὶ τῶν παίδων διασκεδασθέντων Ἄργος ὁ Νιόβης βασιλεύσας ὅλην τὴν ἐντὸς τοῦ Ἰσθμοῦ Ἀργείαν καὶ τὸ Φορωνικὸν ἄστυ Ἄργος ὠνόμασεν: —
MTB
ἄλλως: πρὸς τὰς ἀπὸ τοῦ χοροῦ διαλέγεται. Μυκηνίδας δὲ αὐτὰς καλεῖ καὶ Ἀργείας, ἐπεὶ ὀλίγον ἀφεστήκασιν ἀλλήλων αἱ πόλεις: —
MTB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)