Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
καὶ νῷν παρέσται: καὶ γὰρ ἡμεῖς οἰκτιζόμεθα μὲν, χαίρομεν δὲ ὡς μέλλοντες αὐτὴν φονεύειν. τὸ οὖν τότε ἢ ὅτε εἰσερχόμεθα ἢ ὅτε φονεύομεν αὐτήν: —
MTAB
ἄλλως: ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. ταῦτα δέ φησιν ἀντὶ τοῦ τὸ δεῖν μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ. καὶ ἡμῖν γενήσεται ὅπερ ἐκείνῃ τότε ἡνίκα εἰσελθόντες πρὸς αὐτὴν ἱκετεύομεν. ὡς γὰρ ἐκείνη ἡμῶν ὀδυρομένων προσποιήσεται μὲν δακρύειν, χαρήσεται δὲ κατὰ ψυχήν, οὕτως καὶ ἡμεῖς αὐτῆς ἱκετευούσης προσποιησόμεθα λυπεῖσθαι ἔνδοθεν χαίροντες ἐπὶ τῷ μέλλειν ἀναιρεῖν αὐτήν: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)