Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
πῶς τὸ γὰρ ἕτοιμον ἔστιν: τὸ ἑξῆς· εἰ γὰρ, φησὶ, τοῦτο εὔκολον καὶ ἕτοιμον τὸ φονεῦσαι τὴν Ἑλένην, καλῶς [ἂν] ἡμῖν ἔσται: —
MTAB
ἄλλως: τὸ ἐπ’ ἐμοὶ ἕτοιμόν ἐστι. τὸ γὰρ ἕτοιμον καλόν ἐστι. ὁ δὲ λόγος τοιοῦτός ἐστι· τὸ γὰρ ἑτοίμως καὶ εὐχερῶς τὴν Ἑλένην κατεργάσασθαι καλόν ἐστιν, εἰ ὅλως δυνατὸν τοῦτο πρᾶξαι: —
MTAB
ἄλλως: ἕτοιμος γὰρ εἰς τοῦτό εἰμι, εἴγε μὴ καταληφθήσομαι: —
MTAB
ἄλλως: τίνι τρόπῳ, φησὶν, ἀνέλωμεν· ἕτοιμος γάρ εἰμι πρὸς τὸ σφάξαι, εἰ ἔσται εὐμαρῶς τὸ κτεῖναι, τουτέστιν· εἰ μὴ καταληφθείημεν: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)