Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἤτοι ἀντὶ τῆς χάριτος ἧς παρέσχεν ὁ Ζεύς· διὰ γὰρ τούτου κατέσχεν. ἢ παρὰ τὸ κρατῆσαι τὸν Ἀτρέα. ἢ ἀντὶ τοῦ φόνου τοῦ Μυρτίλου διαδοχαὶ φόνων ἐγένοντο: —
M
i TA
τῶνδέ τ’ ἀμείβει: ἀπὸ δὲ τούτων, ὅ ἐστιν ἑξῆς δὲ τούτων, κατὰ διαδοχὴν θανάτους ἀλλεπαλλήλους ἐπήγαγεν ὁ Μαιάδος τόκος καὶ τὰ δεῖπνα τῶν τέκνων Θυέστου: —
MTAB
ἄλλως: ἀμοιβαδὶς, κατὰ διαδοχὴν, θανάτους ἐπήγαγε τῷ γένει [ἤτοι ὁ Ζεὺς ἀντὶ τῆς χάριτος ἧς παρέσχεν]. τουτέστιν· ἀλλεπαλλήλους τις διαμείβει θανάτους, τουτέστιν ὁ Ἑρμῆς: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)