Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
οἶσθ’ ὡς μετεύξῃ: τοῦτο κατὰ ἐρώτησιν. οἶσθα, φησὶν, ὥς σε ἔδει μετεύξασθαι, ἵνα δόξῃς τὴν εὐχὴν φρονίμως ποιεῖσθαι; νῦν γὰρ εὐήθη λόγον εἴρηκας· μήτε τὰ χρηστά σοι λυπηρὰ φαίνεσθαι, μήτε τὴν εὐτυχίαν δυστυχίαν νομίζεσθαι: —
B
ἄλλως: οἶσθ’ ὡς μετεύξῃ καὶ τοῦτο ποιήσασα σοφωτέρα φαίνῃ; ⟨τοῦτο δὲ εἰς τὸ⟩ μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος. μέμφεται οὖν αὐτῆς τὴν εὐχὴν καὶ, εἰ θέλεις, φησὶ, σοφωτέρα φανῆναι, μετάθου τὴν προτέραν εὐχὴν καὶ εὔξαι μηδέ ποτε τὸ χρηστὸν λυπηρόν σοι φαίνεσθαι: —
B
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)