Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ: οὐ καθ’ ἡμετέραν, φησὶ, γνώμην οὐδὲ ὡς ἡμῖν, ταῖς γυναιξὶν, ἀρέσκει, ἐδωρήσατο τοῖς ἀνδράσιν ἐξ ἀρχῆς ὁ Ἀπόλλων τὸ δύνασθαι λέγειν. ἔδει γὰρ καὶ τῇ γυναικείᾳ φύσει τοῦτο δεδωρῆσθαι, καὶ τάχα ἂν πολλαὶ ποιήτριαι γενόμεναι ἑαυτὰς μὲν ὑμνήσαμεν, τοὺς ἄνδρας δὲ ἐψέγομεν. ἢ τὸ ἐν ἡμετέρᾳ γνώμῃ ἀντὶ τοῦ· τῇ γυναικείᾳ φύσει οὐ δέδωκεν ὁ Ἀπόλλων, ἤτοι ἡμῖν ταῖς γυναιξὶν, τὸ δύνασθαι λέγειν. τὸ αὐτὸ δὲ δηλοῦται: —
B
ἄλλως: οὐ γὰρ ἐν ἡμετέρᾳ γνώμῃ τὴν τῆς λύρας θέσπιν ἀοιδὴν ἐδωρήσατο ὁ Απόλλων, οἷον· οὐ δυναταί ἐσμεν ἡμεῖς αἱ γυναῖκες ποιήματα γράφειν, ἐπεὶ τάχα ἂν αἱ γυναῖκες ἀντεκωμῴδουν τοὺς ἄνδρας, τὴν δὲ ἑαυτῶν φύσιν ἐπῄνουν, κατὰ τὸν τοῦ λέοντος μῦθον
[Aesop. 63].
λέων γὰρ ἰδὼν λέοντα ὑπὸ ἀνδρὸς ἀγχόμενον ἐν γραφῇ, εἶπεν· καὶ ἡμεῖς εἰ ᾔδειμεν γράφειν ἢ πλάσσειν, ἔμπαλιν ἂν οἱ ἄνθρωποι ἐτίθεντο ἀγχόμενοι ὑπὸ τῶν λεόντων: —
B
παρὰ τὸν τοῦ λέοντος μῦθον. θείαν καὶ θαυμαστήν. περιφραστικῶς τὴν ἀοιδήν, παρόσον ἴσως κἂν ἐν λύρᾳ ἐλέγετο μέλη ὄντα: —
B
i
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)