Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἐπεὶ καθόλου ἡ Μήδεια τὸν ἔρωτα κακὸν ἀπεφήνατο, ἐπήγαγεν ὁ Κρέων τοῦτο ἀναιρῶν καί φησιν ὅτι ὁ ἔρως οὐκ ἀεὶ κακὸς, ἀλλ’ ὡς ἂν ἄγηται ὑπὸ τῆς τύχης. πολλοὶ γὰρ ἐρασθέντες ἔτυχον. βλασφημεῖ δὲ τὸν ἔρωτα ἡ Μήδεια, ἐπεὶ καὶ ἐρασθεῖσα τοῦ Ἰάσονος ἐψεύσθη τῆς ἐλπίδος· οὗτος δέ φησι· μὴ καταμέμφου τοὺς ἔρωτας· ἔσθ’ ὅτε γὰρ ἀγαθόν τι ποιοῦσιν, ἔσθ’ ὅτε δὲ κακὸν, ὡς ἂν ἡ τύχη παραγένηται: —
B
ὅπως ἂν ἄγηται ὑπὸ τῆς τύχης καὶ παραστῇ ἡ τύχη πρὸς τὸ ἐρᾶν: —
B
i
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)