Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
τὸ μέγεθος θαυμάζει τοῦ ἔρωτος. τίς ἄρα, φησὶν, οὗτος ὁ ἔρως, ὁ τῆς ἀκορέστου ταύτης κοίτης, ὃς σπεύσει ⟨σοι⟩ θάνατον ἐπιπέμψαι; ἄπληστον δὲ λέγει τὴν κοίτην, ἐπεὶ δέον καταφρονητικῶς φέρειν καὶ μισεῖν τὸν Ἰάσονα ἑτέρᾳ συνελθόντα, ἡ δὲ καὶ οὕτως κνίζεται, ὅτι μὴ σύνεστιν αὐτῷ. τὸ δὲ σπεύσει θανάτου τελευτάν, ἀντὶ τοῦ· ἐπείξει καὶ ἐμβαλεῖ σοι θάνατον: —
B
τί σοι πότε: διὰ τί ποτε, ὦ ματαία, ὁ ἔρως τῆς ἀκορέστου κοίτης σπεύδει σοι θανάτου τελευτὴν ἐμβαλεῖν: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)