Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
αἰσχρὰ μὲν τὰ λεχθέντα: —
M
αἴσχρ’ ἀλλ’ ἀμείνω: παρὰ μὲν ἑτέρῳ τινὶ μὴ ἐρῶντι αἰσχρὰ ⟨ἂν⟩ νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ. πρὸς πλείονα δὲ πειθὼ τὸ μὲν ἔργον, τὸ δὲ ὄνομα ἐκάλεσεν, ὡς τοῦ μὲν τῇ ἀληθείᾳ σωτηρίαν ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν: —
NAB
ἄλλως: τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων κρείσσονά εἰσιν. ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νοσούσῃ τὸν ἔρωτα βελτίονα: —
NAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)