Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
οὕτω τὸ λίαν ἧσσον: ἀντὶ τοῦ· οὐδὲ ὅλως οὕτω τὸ λίαν ἐπιτηδεύειν ἐπαινῶ, ὡς τὸ μηδὲν ἄγαν, τουτέστι μὴ λίαν, ἐπιτηδεύειν· καὶ συγκαταθήσονταί μοι πάντες οἱ σοφοί: —
NAB
ἄλλως: οὕτω τὸ λίαν ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ μεμετρημένου, καὶ μάρτυρες ἔσονται οἱ σοφοί, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας. καὶ Πίνδαρος
[frg. 216]
·
σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς: —
MNAB
τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς Κριτίας
[frg. 13]
, οἱ δὲ Σωδάμῳ, ὡς τὸ ἐν Τεγέᾳ ἐπίγραυμα δηλοῖ· ταῦτα ἔλεγεν Σώδαμος Ἐπηράτου, ὅς μ’ ἀνέθηκεν· μηδὲν ἄγαν, καιρῷ πάντα πρόσεστι καλά.
ὁ δὲ Θεόφραστος·
ὡς τὰ Σισύφου λεγόμενα καὶ Πιτθέως, οἷον μηδὲν ἄγαν, μηδὲ δίκαν δικάσῃς: —
MNAB
† ἄλλως: προτιμῶ τὸ μηδὲν ἄγαν. ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον· πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγαν παρὰ τὸ ἄγαν: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)