Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἐσωφρόνησεν οὐκ ἔχουσα: δύναται ἐν ἐρωτήσει, ἵν’ ᾖ οὕτως· ἡ Φαίδρα, ὡς σύ φὴς, ἐσωφρόνησεν, καίτοι μὴ φύσει ὑπάρχουσα τοιαύτη· ἐγὼ δὲ ὁ ἔχων ⟨τὸ σωφρονεῖν⟩ οὐκ ἐσωφρόνησα, ἀλλ’ ἐβουλήθην αὐτῇ μιγῆναι, αὐτῆς μὴ βουλομένης: —
NAB
ἄλλως: τινὲς δὲ κατ’ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν: —
A
ἄλλως: ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη· ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατ’ αὐτὴν καὶ δηλῶσαί σοι: —
A
γράφεται οὐχ ἑκοῦσα: —
A
g B
i
ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα: —
A
g B
i
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)