Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
ἢ Δαιδάλου τέχναισιν: περὶ τῶν Δαιδάλου ἔργων, ὅτι ἐκινεῖτο καὶ προΐει φωνὴν, αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει
[frg. 373]
·
οὐκ ἔστιν, ὦ γεραιὲ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ βλέπειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφός· καὶ Κρατῖνος ἐν Θρᾴτταις
[frg. 74]
· † πανὶ κακὸν δεῦρο μαστεύων τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν οὐδαμῶς ξύλινος ἐκεῖνος ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερον Δαιδάλειος ἦν ἤ τις ἐξέκλεψεν αὐτόν’. καὶ Πλάτων
[frg. 188]
·
οὗτος τίς εἶ, λέγε ταχύ, τί σιγᾷς· οὐκ ἐρεῖς. Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα: —
MB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)