Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
† χαῖρ’ ὦ τεκοῦσα: κἀνταῦθα οὐκ ἀμοιβαῖοί εἰσιν οἱ λόγοι, ἀλλὰ διὰ μέσου φησὶν Ἑκάβη, ὅπως ἀποκριθῇ αὐτῇ, καὶ οὐκ ἀντιλέγει. οὕτως γάρ ἐστιν ὁ νοῦς καὶ ἡ σύνταξις· χαῖρ’, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ’ ἐμοὶ ὅ τ’ ἐν φιλίπποις Θρᾳξὶ Πολύδωρος κάσις. καὶ λεγούσης ταῦτα Πολυξένης λέγει καὶ ἡ Ἑκάβη διὰ μέσου· χαίρουσιν ἄλλοι καὶ, ἂν ζῇ Πολύδωρος, ἀπιστῶ· τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν ὃν εἶδε περὶ ἐκείνου ἐν ἀρχῇ τοῦ δράματος. καὶ τότε ἀποκρίνεται αὐτῇ ἡ Πολυξένη καὶ λέγει περὶ τοῦ Πολυδώρου· ζῇ καὶ θανούσης σου καλύψει τοὺς σοὺς ὀφθαλμούς: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)