Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
Ἑκάβης παῖς γεγὼς ⟨τῆς Κισσέως⟩ Πριάμου: Φερεκύδης
[FHG IV p. 639
a]
γράφει οὕτως· Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος τοῦ Ἠιονέως τοῦ Πρωτέως, ἢ Σαγγαρίου τοῦ ποταμοῦ, καὶ νηίδος νύμφης Εὐαγόρας. Γλαυκίππην δ’ ἔνιοι τὴν Ξάνθου τῆς Ἑκάβης παρέδοσαν μητέρα. Νίκανδρος δὲ Ἐὐριπίδῃ συνδραμὼν τὴν Ἑκάβην φησὶ Κισσέως
[frg. 62]
· ἔνθ’ Ἑκάβη Κισσηὶς, ὅτ’ ἐν πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς, εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφὴν γρήιον Ὑρκανίδεσσιν ἐειδομένη σκυλάκεσσιν: —
M
Ἑκάβης παῖς γεγὼς ⟨τῆς⟩ Κισσέως: τὰ περὶ τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγγράμματι
[FHG IV p. 648
a]
Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος
[Α 223]
·
Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὅς τίκτε Θεανὼ καλλιπάρῃον: —
MA
γράφεται τῆς Κισσίας· καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος Φρυγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ: —
MA
τὸ ἑξῆς ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως: —
MA
ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου Κισσέα φασὶ γενέσθαι, οὗ καὶ Τηλεκλείας τῆς Ἴλοῦ Ἑκάβην καὶ Θεανώ: —
M
τὸ χ, ὅτι ἰδίως Κισσέως φησὶ τὴν Ἑκάβην Ὁμήρου Δύμαντος αὐτὴν εἰρηκότος
[Π 718]
·
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος: —
M
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)