Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Part
οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα: —
M
ἄλλως: ἐν ὑπερβατῷ· σπουδῇ πρὸς σ’ ἐλιάσθην οὐδὲν παθέων ἀποκουφίζουσα. σπουδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ὑπ’ ἐμοῦ: —
MA
οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν· ἕτερά σοι πρὸς οἶς ἔχεις κακοῖς ἀπαγγέλλω κακά: —
MA
ἄλλως: παρεγενόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφοράς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας: —
MA
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)