Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ ⟨τὸ⟩ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος
[Β 517]
·
αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἑπίστροφος ἦρχον υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, εἶτα
[519]
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. παρ’ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων αὖθις, ὡς Θουκυδίδης
[1, 112, 5]
φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο.
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)