Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἔκγονος: Ἐπαφον λέγει τὸν Διὸς υἱόν. σοὶ οὖν, τῷ Ἐπάφῳ, ἔκτισαν τὰς Θήβας αἱ διώνυμοι θεαί: —
M
σοί νιν ἔκγονοι: γράφεται καὶ σῷ νιν ἐκγονῳ κτίσαν, ἵν’ ᾖ· τῷ ἐκγόνῳ σου, Ἔπαφε, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλείδου μήπω τῶν μακρῶν εὑρημένων τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο, τῷ ̄ε ἀντὶ τοῦ η καὶ τῶ ̄ο ἀντὶ τοῦ ω. ἔγραφον οὖν τὸ δήμῳ μετὰ τοῦ ῑ· δῆμοι. μὴ νοήσαντες δὲ ὅτι κατὰ τὴν ἀρχαίαν γραφήν ἐστι καὶ δεῖ μεταθεῖναι τὸ ̄ο εἰς τὸ ὦ ἐτάραξαν τὸ νοητόν: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)