φράζεο δὴ τὸν μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε·
ἔχει δὲ ὁ χρησμὸς τοῦ Πυθίου θεοῦ οὕτως·
φράζεο δὴ τὸν μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε·
ἠοῦς ἐγρόμενος προλιπὼν ἴθι Πυθὼ δῖαν
ἠθάδ’ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ
τὴν διά τε Φλεγυῶν καὶ Φωκίδος, ἔστ’ ἂν ἵκηαι
βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος.
ἔνθα δὲ προσπελάσας συλλάμβανε βοῦν ἐρίμυκον
τὴν ἥ κεν νώτοισιν ἐπ’ ἀμφοτέροισιν ἔχῃσι
λευκὸν σῆμ’ ἑκάτερθε περίτροχον ἠύτε μήνης·
τήνδε συ ἡγεμόνα σχὲ περιτρέπτοιο κελεύθου.
σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδὲς, οὐδέ σε λήσει·
ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο
ἵζηται κλίνῃ τε πέδῳ γόνυ ποιήεντι,
καὶ τότε τὴν μὲν † ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζειν
ἁγνῶς καὶ καθαρῶς· Γαίῃ δ’ ὅταν ἱερὰ ῥέξῃς,
ὄχθῳ ἐπ’ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν
δεινὸν Ἐνυαλίου πέμψας φύλακ’ Ἄϊδος εἴσω.
καὶ σύ γ’ ἐπ’ ἀνθρώπους ὀνομάκλυτος ἔσσεαι αὖθις
ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε.
Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.