⟨καὶ τρίπον⟩, ἀλλάσσει δὲ μόνον φύσιν ὅσσ’ ἐπὶ γαῖαν
ἑρπετὰ γίνηται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον.
ἀλλ’ ὁπόταν τρισσοῖσιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.
φωνῆς ἡμετέρης, σῆς τέλος ἀμπλακίης·
ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει.
πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων,
γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει
αὐχένα φορτίζων γήραϊ καμπτόμενος.
Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.