Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἄλλως: δεῖ νοεῖν ὅτι Οἰδίπους φονεύσας τὸν Λάιον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου καὶ καθαρθεὶς τὸν φόνον πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὡς ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)