Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἄλλως: τοῦτο τὸ μέλος στάσιμον λέγεται. ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον λέγῃ τι μέλος πρὸς τὴν ὑπόθεσιν ἀνῆκον ἀκίνητος μένων, στάσιμον λέγεται τὸ ᾆσμα. πάροδος δέ ἐστιν ᾠδὴ χοροῦ βαδίζοντος ᾀδομένη ἅμα τῇ ἐξόδῳ ὡς τὸ
[0rest. 140]
σῖγα σῖγα λευκὸν ἴχνος ἀρβύλης τίθετε’. ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων ἢ συγγενίδων τῆς Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς συμβᾶσιν. ἐπίτηδες δὲ οὔκ εἰσιν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ ξέναι καὶ ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν
[526]
οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς. ἀεὶ γὰρ ὁ χορὸς παρρησιαζόμενος τοῦ δικαίου προΐσταται. πῶς οὖν ἔμελλον τὸν βασιλέα ἐλέγχειν, εἰ ὑπ’ αὐτοῦ ἐβασιλεύοντο: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)