Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἄλλως: ὁ Ἀριστόδημος
[frg. 3]
οὐδαμοῦ φησιν ἐν ταῖς Θήβαις τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές, ὡς αὐτοσχεδιάζειν νῦν ἔοικεν ὁ Εὐριπίδης. περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτός φησιν ὁ Εὐριπίδης ἐν Κρεσφόντῃ
[frg. 453]
·
καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν. ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ
[FTG p. 38]
καὶ Ἀριστοφάνης
[frg. 284]
ἐν Δράμασιν ἢ Νιόβῳ [ὁμοίως ἑπτά φησιν αὐτὰς εἶναι καὶ ἑπτὰ τοὺς ἄρρενας]. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαϊκοῖς
[frg. 3]
φησιν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ Σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες ἀπιόντας εἰς Ἑλευθερὰς ἐπὶ πάτριον θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα. Φερεκύδης
[frg. 102
b]
δέ φησιν ἔχειν αὐτὴν παῖδας ἓξ, Ἀλαλκομενέα Φηρέα Εὔδωρον Λύσιππον Ξάνθον Ἀργεῖον, θυγατέρας δὲ ἓξ, Χιόνην Κλυτίαν Μελίαν Νέαιραν Δαμασίππην Πελοπίαν. Ἑλλάνικος δὲ ἐν τῇ ἐπιγραφομένῃ Ἀτλαντίδι
[frg. 54]
ἄρσενας τεσσαράς φησιν, Ἀρχήνορα Μενέστρατον Ἀρχαγόραν *, θυγατέρας δὲ τρεῖς, Πελοπίαν Ὠγυγίαν Ἀστυκράτειαν. Ξάνθος δὲ ὁ Λυδὸς
[frg. 13]
δέκα καὶ δέκα ἐκ Φιλόττου τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ, ὃς ἀνῃρέθη ἐν κυνηγεσίῳ ὑπὸ ἄρκτου: —
MTA
1B
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)