Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: οὐκέτι, φησὶν, ὡς τὸ πρὶν περικαλυπτομένη τὰ ἀνθηρὰ τῆς παρηίδος τῆς βοστρυχώδους διὰ τὸ διὰ ταύτης καθίεσθαι τοὺς πλοκάμους. λέγει δὲ τὸ πρόσωπον ἀπὸ μέρους δηλοῦσα· μὴ οὖν τὸ πρόσωπον ὡς τὸ πρὶν καλυπτομένη μηδὲ ὡς παρθένος αἰδομένη τὸν ἐν προσώποις φοίνικα, ταὐτὸν εἰπεῖν τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὴν δι’ αἰδῶ γινομένην ἐρυθρότητα τῷ προσώπῳ μηκέτι φέρουσα ὡς παρθένος, προηγοῦμαι ὡς βάκχη τῶν νεκρῶν, οὐ Διονύσου βακχείαν ποιουμένη ἀλλὰ νεκρῶν καὶ Ἅιδου, λέγω δὴ ἡγεμόνευμα νεκροῖσι πολύστονον, τὰ κεφαλοδέσμια ῥίψασα ἀπὸ τῆς ἐμῆς κεφαλῆς, τὴν στολίδα κροκόεσσαν, ἀντὶ τοῦ τὴν ἐστολισμένην κρόκῳ ὑπὸ τῆς τρυφῆς, ἤτοι τὸ λαμπρὸν περιβόλαιον ῥίψασα καὶ πενθήρη περιβαλομένη χιτῶνα: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)