Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τὸ Θεσσαλὸν εἰσήγαγεν σόφισμ’ ὁμιλίᾳ χθονός: παροιμία τὸ Θεσσαλὸν σόφισμα· τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην. διαδοθῆναι δὲ τὴν παροιμίαν ἐντεῦθεν. Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι μέλλοντι λόγιον ἐξέπεσεν ἐπιτηρεῖν μὴ λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείν:ους ὑπερβαλέσθαι καθ’ ἑκατόμβης ἀνδρῶν ηὔξατο καταιβασίῳ Ἀπόλλωνι. κατελθὼν δὲ εἰς θυσίαν ἀνθρώπους ἐλογίσατο μὴ πρέπειν θεῷ μηδ’ ἄλλως εὐαγὲς εἶναι καὶ ὑπερέθετο. τοῦτο δὲ ἑκάστου ἔτους δρᾶν τοὺς Θεσσαλούς φασι τὴν θυσίαν ὑπισχνουμένους ἀποδώσειν. ὁ οὖν Εὐριπίδης ἐπὶ τοῦ Ἐτεοκλέους τὸν Πολυνείκην σοφισαμένου τὸ Θεσσαλὸν παρέλαβε σόφισμα. λοιδορεῖ δὲ τοὺς Θεσσαλοὺς ὁ Εὐριπίδης
[fr. 426]
·
πολλοὶ γάρ εἰσιν, ἀλλ’ ἄπιστα Θεσσαλοῖς. Ἀριστοφάνης ἐν Πλούτῳ
[521]
·
ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν. καὶ ὁ ῥήτωρ
[Demosth. 1, 22]
·
εἰσὶ τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώποις. ὅτι δὲ καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ, ὁ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις
[749]
·
γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλήν. οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλ’ ὡς ἐκ συντυχίας αὐτοῦ πεποιηκότος σχῆμα Θετταλικόν * * οὐχ ὡς Θετταλῶν οὕτω τιτρωσκόντων, ἀλλὰ δι’ ἀπάτης νικώντων: —
MAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)