Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: ὁ μέγας ὄλβος καὶ ἡ περίπυστος κατὰ πᾶσαν τὴν Ἑλλάδα καὶ ἐν Ἰλίῳ τῶν Ἀτρειδῶν εὐδαιμονία καὶ ἀρετὴ εἰς τοὐπίσω πάλιν ἀνέδραμεν εἰς δυστυχίαν ἐξ εὐτυχίας μεταβληθεῖσα καὶ ὥσπερ εἰπεῖν ἀπόρροιαν ἔχουσα ἐκ τῆς παλαιᾶς αὐτῶν ἐκείνης τῆς κατ’ οἶκον συμφορᾶς. ἐκείνη γὰρ ἡ ἔρις αὐτοῖς ἡ περὶ τοῦ χρυσομάλλου ἀρνειοῦ εἰργάσατο ἐλεεινὰ βρώματα καὶ σφαγὰς ἀνοσίους εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὴ φόνου συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον. καὶ τὸ νομιζόμενον εἶναι καλὸν οὐ καλόν ἐστι, λέγω δὴ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας ἀσεβῶν ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ [γε] τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. μέλλουσα γὰρ τελευτᾶν ἡ Τυνδάρεω, Κλυταιμνήστρα, φόβῳ τοῦ θανάτου ἀνεβόησεν ἡ δυστυχής· Ὀρέστα, τολμᾷς τὸν κατὰ τῆς μητρὸς φόνον. ὅρα δὴ καὶ σκόπει, μή πως τῆς εἰς τὸν πατέρα τοιαύτης τιμωρίας ἀνταλλάξῃς δύσκλειαν ἀθάνατον. οὔτε γὰρ νόσος οὔτε αἷμα οὔτε τις ἑτέρα συμφορὰ μείζων γένοιτ’ ἂν ἐν ἀνθρώποις μητροκτονίας: —
TAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)