Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἔνεστι δ’ οἶκτος: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ· ἔνεστι γὰρ τῷ δήμῳ ἐλεεῖν. καὶ ὁ πᾶς λόγος τοιοῦτος· ἐὰν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται ὀργῆς καὶ λοιπὸν ἔσται ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτως καὶ τὸ ἐλεεῖν, τουτέστιν· οὐ γὰρ πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν· καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά ἐστι τοῦτο τιμιώτατον, τὸ εἰδέναι ἑκατέρου τὸν καιρόν. ἢ αὐτὸς ὁ δῆμος κτῆμα τίμιόν ἐστι τῷ εἰδότι προσενεχθῆναι καθ’ ὃν δεῖ τρόπον αὐτῷ: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)