Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ἀλλ’ ἔστιν ἡμῖν ἀναφορά: ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ κατέκρινεν αὐτὸν δεινὰ πεπραχέναι, φησὶν Ὀρέστης· ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, ὅ ἐστι· δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων. εἶτα ὁ Μενέλαος· μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν. εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρί, ἀλλ’ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγει ὅτι ὁ Ἀπόλλων ἔκρινε καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴγε θεὸς ὁ κρίνας καὶ κελεύσας. εἶτα ὁ Μενέλαος· τοῦτο, τὸ δεινὸν, ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ, οὐκ οἶδα, τοῦτο δὲ οἶδα ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἄν εἰσιν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον. εἶτα Ὀρέστης· ἴσως ἐλεήσει, ἀεὶ γὰρ βραδύνει τὸ θεῖον: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)