Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τὴν φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρ’ Ὁμήρῳ
[Α 14]
ὁ Χρύσης
στέμματ’ ἔχων ἐν χερσίν. κέκληται δὲ φυλλάς, ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας ἢ δάφνης [ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος] ἐστί, καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρόσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαιὸς Ἀζᾶσι
[frg. 2]
·
νῦν οὖν ἡμεῖς ἱκέται * * θαλλούς τε θεῶν † τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίας. τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον [ἀντὶ τοῦ ἄνευ ἱκετηρίας] ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ πολὺ ξηρὰ εὑρίσκεται: —
MTAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)