Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: τίς ἔλεός ἐστι τούτῳ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρός πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν εἰς ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, εἰς τὸν οἶκον τῶν ἀλαστόρων· καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου. ἡ δὲ περικοπή· οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ· τί· οὗτος γὰρ αὐτῷ ὁ ἀγὼν ἐκ τῶν Ἐρινύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. μετέβαλε δὲ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν: —
TB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)