τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη
ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην.
Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦσ’ ἐβεβήκει,
ἵκετο δ’ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν.
ὣς δὲ Κλυταιμνήστρη ⟨προ⟩λιποῦσ’ Ἀγαμέμνονα δῖον
Αἰγίσθῳ παρέλεκτο, καὶ εἵλετο χείρον’ ἀκοίτην.
ὣς δ’ Ἑλένη ᾔσχυνε λέχος ξανθοῦ Μενελάου: — MTAB
Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.