Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† φροῦδα γᾶ: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθ’ ἕνα μὲν τρόπον ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπετεύουσι καθόσον ἄπειροι τῶν τόπων· ἄλλως δὲ, ἐπεὶ ὑπερβαίνει τὰ βασί λεια καὶ ⟨οὐ⟩ διὰ τοῦ ἐδάφους τὴν πορείαν ποιεῖται, διὰ τὸ ὕψος ἀφανῆ φησιν εἶναι τὴν γῆν αὐτῷ. τὸ δὲ βαρβάροισι δρασμοῖς πρὸς τὸ ἐχόμενον ληπτέον, οἷον· βάρβαρος ὢν οὐκ οἶδα ποῦ φύγω· καὶ γὰρ οὔκ εἰμι τῶν τόπων ἐθάς. ἢ οὕτως· ἐπεὶ μὴ διὰ γῆς ποιεῖται τὴν πορείαν, ἀλλ’ ὑπερβὰς ἥλατο, ἀφανῆ φησιν ἑαυτῷ εἶναι τὴν γῆν. ἢ τὸ φροῦδα γᾶ ἐπὶ τῆς Ἰλίου φησίν. ἐρωτώμενος γὰρ τὸ ὅμοιόν φησιν· Ἴλιον Ἴλιον ὤ μοι μοι: —
TB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)