Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ξανθὰν Ἁρμονίαν: ἔνιοι λέγουσι τὸν Εὐριπίδην τὰς Μούσας λέγειν Ἁρμονίας θυγατέρας, ἀγνοήσαντες. οὐ γὰρ τοῦτο λέγει, ἀλλ’ ὅτι αἱ Μοῦσαι πρῶτον ἐπὶ τῆς Ἀττικῆς ἐλθοῦσαι τὴν ἁρμονίαν ᾖδον καὶ τὴν μελῳδίαν. διὰ γὰρ τοῦ φυτεῦσαι τοῦτο παρίστησι νῦν. περὶ δὲ τοῦ τὰς Μούσας ἐν τῇ Ἀττικῇ ἱδρῦσθαι ἀρκεῖ τὰ Παλαιφάτου. ὁ δὲ λόγος· ἔνθα, φησὶν, ἐν ταῖς Ἀθήναις, λέγονται αἱ Μοῦσαι γεννῆσαι καὶ καταστήσασθαι πάσης σοφίας τὴν ἁρμονίαν. λέγει δὲ τὴν παίδευσιν, παρὰ τὸ ἁρμόζεσθαι καὶ ἑνοῦσθαι τῇ ψυχῇ ταύτην. ἢ ὅτι συγκεχυμέναις ταῖς ψυχαῖς αὐτὴ ὑπεισελθοῦσα [εἰς] ἁρμονίαν καὶ εὐστάθειαν εἰσάγει σωφρονεῖν παρέχουσα: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)