Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
καὶ θεῶν παῖδες: ἢ ὡς ἀπὸ τοῦ Ἡφαίστου καταγόμενοι. ὁ γὰρ Ἐρεχθεὺς ἐξ Ἡφαίστου [ἀπὸ γὰρ τοῦ ἐρίου ἐν ᾧ ἡ Ἀθηνᾶ τὸ σπέρμα τοῦ Ἡφαίστου σπογγίσασα ἔρριψε]. λέγεται γὰρ ὡς Ἀθηνᾶς ἠράσθη Ἥφαιστος καὶ ἐδίωκεν αὐτὴν φεύγουσαν καὶ μυσαττομένην αὐτόν. μὴ συγχωρηθεὶς οὖν συγγενέσθαι αὐτῇ ἀπεσπέρμηνε περὶ τὸν μηρὸν αὐτῆς. ἐκείνη δὲ μυσαχθεῖσα τὸ γεγονὸς ἐρίῳ σπογγίσασα τὸν θορὸν εἰς τὴν γῆν ἔρριψε καὶ ἐξ ἐκείνου ἀνέδωκεν ἡ γῆ τὸν Ἐρεχθέα: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)