Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
εἴπερ φρονεῖς εὖ δεσπόταις: δέσποιναν ἑαυτὴν λέγει οὐχ ὡς θεραπαινῶν οὐσῶν τῶν ἀπὸ τοῦ χοροῦ, ὅπου κατ’ ἀρχὴν τοῦ λόγου φίλας αὐτὰς ὀνομάζει, ἀλλὰ τὸ δεσπόταις ἀντὶ τοῦ τοῖς ἄρχουσι καὶ τοῖς κρατοῦσιν· τὸ δὲ πληθυντικὸν ἀντὶ ἑνικοῦ· θέλει γὰρ εἰπεῖν ἐμοὶ τῇ κρατούσῃ. καὶ γὰρ βασιλέως θυγάτηρ ἐστὶ καὶ γυνὴ βασιλέως, τοῦ Ἰάσονος, καὶ σῴζει τὸ εὐγενὲς φρόνημα. μηδαμῶς δὲ θαυμάσωμεν, εἰ Κορίνθιαι οὖσαι δέον τῷ τοῦ Κρέοντος μέρει προσθέσθαι ταύτῃ αἱροῦνται συγκρύπτειν. ἐλεύθεραι γὰρ οὖσαι τὸ παριστάμενον αὐταῖς δίκαιον προτιμῶσιν. ἔπειτα καὶ ἀεὶ ὁ χορὸς ἐν προσώπῳ τοῦ ποιητοῦ εἰσάγεται τῷ δικαίῳ προστιθέμενος: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)