Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τούτοις δ’ ὁρκίοισι μὲν ζυγείς: ὁ νοῦς· τούτοις δὲ, τοῖς ἐχθροῖς, ἄγουσί με καὶ βιαζομένοις οὐκ ἂν ἐκδοίης, ὅρκοις προκατειλημμένος. διὸ βούλομαί σε ὀμνύναι. ἐὰν γὰρ ὀμόσῃς μοι, τοῖς περὶ τὸν Κρέοντα βουλομένοις με ἄγειν ἀπὸ τῆς Ἀττικῆς οὐκ ἂν μεθεῖο, οἷον· ἐξαιτουμένοις οὐκ ἂν δοίης· μὴ ὀμόσας δὲ φίλος γένοιο ἂν αὐτοῖς. διὰ δὲ τοῦ ἐπικηρυκεύματα θέλει εἰπεῖν [ἀντὶ τοῦ] ἐπικηρυκεύμασιν. λείπει ἡ διά, ἵν’ ᾖ ὁ πᾶς λόγος· πέποιθα μὲν ἐφ’ οἷς λέγεις μοι, ὁ δὲ τοῦ Πελίου δόμος καὶ ὁ τοῦ Κρέοντος ἐχθροί μοι εἰσίν. τούτοις οὖν βουλομένοις ἐξαιτεῖσθαί με οὐκ ἂν ἐκδοίης, ὀμόσας. εἰ δὲ διὰ λόγων μόνων σύνθοιο, ἴσως ἂν ἐκείνων γένοιο φίλος καὶ διὰ τὰ ἐπικηρυκεύματα, ὅ ἐστι τὰς πρεσβείας, ἐξαιτουμένοις με ἐκδοίης ἂν αὐτοῖς: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)