Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
⟨ὁ⟩ χρησμὸς ὁ δοθεὶς τῷ Αἰγεῖ οὗτός ἐστιν·
ἀσκοῦ τόν προὔχοντα ποδάονα, φέρτατε λαῶν, μὴ λύσῃς, πρὶν γουνὸν Ἀθηνάων ἀφικέσθαι. ἀσκοῦ οὖν τῆς γαστρός· πόδα δὲ τὸ μόριον, παρόσον ὡς ὁ ποδεὼν τοῦ ἀσκοῦ προέχει. λέγει οὖν ὅτι ἔχρησέ μοι μὴ συνελθεῖν ἑτέρᾳ, πρὶν ἐπιβῆναι τῆς πατρίδος. τοῦτο γὰρ αἰνίττεται, ὅπερ αὐτὸς οὐ συνίησιν. ἀσκὸν τοίνυν λέγει τὸν περὶ τὴν γαστέρα τόπον. Ἀρχίλοχος
[frg. 72]
καὶ πεσεῖν δρήστην ἐπ’ ἀσκὸν κἀπὶ γαστρὶ γαστέρα προσβαλεῖν μηρούς τε μηροῖς, δρήστην λέγων, οἷα δράσοντά τι. ποδεῶνα δὲ εἰώθασι λέγειν τὸ τοῦ ἀνδρὸς αἰδοῖον: —
B
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)