Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τὸ γὰρ εἰθίσθαι: ὁ γάρ ἀντὶ τοῦ δέ· τὸ δὲ ζῆν ἐπ’ ἴσοις, ἀντὶ τοῦ μετὰ ἰσότητος καὶ μὴ ἐν τυραννίδι, κρεῖσσον. ἔδει, φησὶ, πάντας ἀνθρώπους μηδένα μηδενὸς ὑπερέχειν [τῆς συμμετρίας] καὶ μὴ πλειόνων ἐπιθυμεῖν· τοῦτο μέγιστον ἀνθρώποις καὶ λυσιτελέστατον. τὸ γὰρ λῷστα ἀντὶ τοῦ λῷστον, ὅ ἐστι βέλτιστον, πληθυντικὸν ἀντὶ ἑνικοῦ. τὸ χρῆσθαι οὖν τῇ συμμετρίᾳ εἰς ὅλον τὸν χρόνον βέλτιον. κἀγὼ οὖν, φησὶ, τῆς μεγάλης καὶ ὑπερβαλλούσης εὐτυχίας τὴν συμμετρίαν προκρίνω. ἐν ταύτῃ γὰρ [τὸ δὲ εἰ μὴ μεγάλως ἀντὶ τοῦ· εἰ μὴ μεγάλῃ καὶ ὑπερβαλλούσῃ εὐτυχίᾳ] τὸ ἀσφαλέστερον: —
B
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)