Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
πολλή μ’ ἀνάγκη: λείπει τὸ ὀδύρεσθαι· ἀνάγκη, φησὶ, πολλή μοι ὀδύρεσθαι ἐπὶ τοῖς παροῦσι κακοῖς. ὑπό τε γὰρ τῆς ἐμῆς ἀνοίας καὶ τοῦ παρὰ τῶν θεῶν χόλου τὰ κατ’ ἐμὲ κακῶς διάκειται. ταῦτα δὲ λέγει προπέτειαν ἑαυτῆς καταγινώσκουσα. κατεμέμψατο ἑαυτῇ ἐπὶ τῇ τῶν δώρων ἀποστολῇ. εἰ γὰρ ἔμελλεν ἀποθανεῖν ἡ Γλαύκη, ἀνάγκη ἦν φονεῦσαι τὴν Μήδειαν τὰ ἑαυτῆς τέκνα, ἵνα μὴ ὑπὸ ἄλλων τοῦτο γένηται· ὅπερ αὐτὴ ἐλυπεῖτο μετανοοῦσα, αὐτὸς δὲ ᾤετο αὐτὴν ὀδύρεσθαι, ὅτι φυγὰς ἔμελλε γίνεσθαι: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)